ἀνυψώσῃ ταῖς νίκαις κατὰ βαρβάρων

ΑΚΟΛΟΥΘΗΣΤΕ ΜΑΣ

ΔΙΑΒΑΣΤΕ ΕΠΙΣΗΣ

Πάσχα στὴν χριστιανο-ῥωμαϊκὴ
Οἰκουμένη, μαζὶ μὲ τὸν Αὐτοκράτορα,
τὴν Αὐγούστα καὶ τοὺς Πορφυρογεννήτους,
ἀπὸ τὸν Ἱππόδρομο μέχρι τὸν ναὸ τῆς
τοῦ Θεοῦ Σοφίας.
~~~
Ἄκτα τῇ ἑορτῇ τοῦ ἁγίου Πάσχα. (3t)

Δοχὴ πρώτη, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Θεϊκῆς (4)
ἐγέρσεως δυναστείᾳ ὁ τοῦ θανάτου πόλεμος διελύθη.» (5)
Δοχὴ βʹ, τῶν Πρασίνων, φωνή, ἦχ. αʹ· «Φωτὸς
ἀπροσίτου λαμπηδόνες νεκροῖς ἐπέλαμψαν τοῖς ἐν σκότει.
Χριστὸς γὰρ ὤφθη νεκρὸς ἐν τάφῳ, θανάτῳ θάνατον
θανατώσας, συνανέστησε τοὺς δεσμίους τῇ τριημέρῳ
αὐτοῦ ἐγέρσει· αὐτὸς τὴν δόξαν ὑμῶν, δεσπόται, εἰς (10)
μῆκος χρόνων φυλάξῃ ἐν τῇ πορφύρᾳ.»
Δοχὴ γʹ· τῶν Βενέτων, φωνή, ἦχ. γʹ· «Πάσχα Κυρίου
σήμερον καθορῶντες μελῳδικῶς κραυγάζομεν ὁμοφρόνως.»
Δοχὴ δʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Θεϊκῆς
ἐγέρσεως δυναστείᾳ,» καὶ τὰ ἑξῆς. (15)
Δοχὴ εʹ, τῶν Πρασίνων, φωνή, ἦχ. αʹ· «Ὁ ἀχρόνως
τῷ Πατρὶ συμβασιλεύων ἐπ’ ἐσχάτων τοῖς ἀνθρώποις
χρονικῶς συνανεστράφη, καὶ ἐν τῷ σταυρῷ τὸν ᾅδην
καὶ θάνατον αἰχμαλωτίσας, τριημέρῳ αὐτοῦ ἐγέρσει τοῖς
νεκροῖς τὴν ἀνάστασιν ἐγκαινίζων· αὐτὸς τὸ κέρας (20)
ὑμῶν, δεσπόται, ἀνυψώσῃ ταῖς νίκαις κατὰ βαρβάρων.»
Δοχὴ ϛʹ, τῶν Βενέτων, φωνή, ἦχ. γʹ «Φωτὸς
ἀπροσίτου λαμπηδόνες» καὶ τὰ ἑξῆς. Ἀκτολογία τῆς
ϛʹ δοχῆς· λέγουσιν οἱ κράκται· «Ὁ τῶν πάντων Ποιητὴς @1
(39.) καὶ Δεσπότης.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ
ὑμῖν χρόνοι.» Οἱ κράκται· «Ὁ ἀναστὰς παραδόξως
ἐκ τάφου.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν
χρόνοι.» Οἱ κράκται· «καὶ τὸ χαῖρε δεδωκὼς μυρο-
φόροις.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν (5)
χρόνοι.» Οἱ κράκται· «Τοὺς χρόνους ὑμῶν πληθύνῃ
σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ
λαός· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασι-
λείαν σας εἰς πολλὰ ἔτη.»
Ὑποστροφὴ τῶν δεσποτῶν τῇ αὐτῇ ἑορτῇ. (10t)
Δοχὴ αʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Τὸ μέγα καὶ (11)
σεβάσμιον τῆς ἀναστάσεως μυστήριον λαμπρυνομένη
σήμερον ἡ κτίσις ἑορτάζει· ὁ γὰρ τῆς δόξης Κύριος τὸ
σκυθρωπὸν ἀφανίσας τοῦ θανάτου καὶ τὰ τοῦ ᾅδου
σκυλεύσας βασίλεια, συνανέστησε τοὺς πάλαι τεθνεῶτας. (15)
Χαρὰν ἀνεκλάλητον καὶ θεῖον Πάσχα τελεῖται παρα-
δόξως. Μεγαλύνεται τὸ κράτος ὑμῶν, δεσπόται, εἰς
δόξαν, εἰς καύχησιν, εἰς ἀνέγερσιν Ῥωμαίων.» Τὰ δὲ
τῆς εὐφημίας ἄκτα ᾄδονται παρὰ τῶν κρακτῶν καὶ τοῦ
λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον (20)
ἄκτον λέγουσιν οἱ κράκται· «Καλῶς ἦλθον οἱ δεσπόται
σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.»
Ὁ λαός· «Καλῶς ἤλθετε.» Οἱ κράκται· «Προσκυνή-
σαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν.» Ὁ λαός·
«Πολυχρόνιον ποιήσῃ ὁ Θεός …» (25)
Δοχὴ βʹ, τῶν Πρασίνων, ἀπελατικόν, ἦχ. αʹ· «Σήμερον
τὸ τοῖς ἀγγέλοις ἀπόρρητον ἐκτελεῖται τῆς ἀναστάσεως
μυστήριον. Ὁ γὰρ ἐμπιμπλῶν πᾶν ζῶν εὐδοκίας σαρκὶ
θανατοῦται ὡς ἄνθρωπος, καὶ τὴν ἄπληστον τοῦ ᾅδου
τυραννίδα αἰχμαλωτεύει, νεκρώσας τὸν νεκρωτήν· νῦν (30)
ἠφανίσθη τὸ πρὸ αἰώνων αἶσχος, νῦν ἐξήνθησεν ἡ χαρὰ @1
(40.) τῶν περάτων. Ὁ παντάναξ δὲ Θεὸς καὶ ζωοδότης, τοὺς
δεσπότας φύλαττε ἐν τῇ πορφύρᾳ.»
Δοχὴ γʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Σταυρὸν καὶ
θάνατον ὑπομείνας Χριστός, κατῆλθεν ἑκὼν ἐν τάφῳ, καὶ
τὰς τοῦ ᾅδου συντρίψας πύλας τῇ θεϊκῇ αὐτοῦ ἐξουσίᾳ, (5)
πᾶσιν ἀνάστασιν ἐγκαινίζει τοῖς ἀπ’ αἰῶνος νενεκρωμέ-
νοις. Ἡ κτίσις σήμερον ἑορτάζει διπλοῦν τὸ Πάσχα τῆς
σωτηρίας, ὁρῶσα τὸ σκῆπτρον ὑμῶν, δεσπόται, τῇ
ἀναστάσει Χριστοῦ συνανατέλλον.» Τὰ δὲ τῆς εὐφημίας
ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς (10)
καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον λέγουσιν
οἱ κράκται. «Προσκυνήσαντες τοῦ ἀναστάντος Χριστοῦ
τὴν δόξαν.» Ὁ λαός· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς
τὴν …»
Δοχὴ δὲ τετάρτῃ, τῶν Πρασίνων, φωνή, ἦχ. γʹ· «Πάσχα (15)
Κυρίου σήμερον καθορῶντες» καὶ τὰ ἑξῆς.
Δοχὴ εʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Ἐγκαινίζεται
σήμερον τῶν ἀνθρώπων ἡ φύσις, παραδόξως ἐκ φθορᾶς
μεταπλαττομένη πρὸς ἀφθαρσίαν, στολίζεται τὴν στολὴν
τῆς προτέρας δόξης, μηκέτι τῷ θανάτῳ κατεχομένη. Ὁ (20)
γὰρ ἔχων τὸ κράτος τοῦ θανάτου, ὁ τοῦ Πατρὸς συνάναρχος
καὶ συναΐδιος Λόγος, σκυλεύσας τὰ βασίλεια τοῦ ᾅδου,
ἔλυσε τὸν δεσμὸν τῶν αἰχμαλώτων, πᾶσι δωρησάμενος
ἐλευθερίαν, ὃς καὶ φυλάξῃ τὸ κράτος τῆς βασιλείας εἰς
δόξαν, εἰς καύχημα, εἰς ἀνέγερσιν Ῥωμαίων.» Τὰ δὲ (25)
τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν
καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ
δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· «Προσκυνή-
σαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν.» Ὁ λαός·
«Πολυχρόνιον …» @1 (30)
Πηγή: (Thesaurus Linguae Graecae) Constantinus VII Porphyrogenitus Imperator Hist. et Scr. Eccl., De cerimoniis aulae Byzantinae (lib. 1.1–92). {3023.011}

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ

εισάγετε το σχόλιό σας!
παρακαλώ εισάγετε το όνομά σας εδώ

ΔΗΜΟΦΙΛΗ