ΥΜΝΟΓΡΑΦΗΜΑΤΑ
ΑΠΑΝΤΑ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ, ΚΡΙΤΙΚΗ ΕΚΔΟΣΗ Ν. Δ. ΤΡΙΑΝΤΑΦΥΛΛΟΠΟΥΛΟΣ, ΕΚΔΟΣΕΙΣ ΔΟΜΟΣ
οὗ ἡ ἀκροστιχίς· «ᾨδὴν προσάξω τήνδε Διονυσίῳ», ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ὡς εἰς Ὀλύμπου παμμάκαρ τὴν κορυφήν, ἀετὸς ἀνέδραμες, θεωρίαις πρὸς Θεὸν καὶ ταῖς ἀναβάσεσιν ὁρμῶν· διὸ πόθῳ τὴν σεπτὴν μνήμην τιμῶμέν σου.
Δίδου ἡμῖν προστασίαν καὶ ἀρωγήν, πίστει δεομένοις σου, σαῖς πρεσβείαις πρὸς Θεόν, ἀπελαύνων πάθη χαλεπά, καὶ σκεδάζων τὴν ἀχλὺν τῶν καρδιῶν ἡμῶν.
Ἡ ἱερὰ καὶ ὁσία παρὰ Χριστῷ, μάκαρ παρρησία σου, ἡμῖν εἴη εὐμενής, καὶ ταῖς ἱκεσίαις σου παντὸς πειρασμοῦ καὶ ταραχῆς ἡμᾶς ἀπάλλαξον.
Θεοτοκίον.
Ταῖς πρὸς Χριστὸν Υἱόν σου Ἁγνὴ λιταῖς, σῴζοις Παμμακάριστε, τοὺς ὁμολογοῦντας σέ, Κόρην καὶ Παρθένον ἀληθῶς, καὶ Μητέρα τοῦ Θεοῦ, θαῦμα παράδοξον.
ᾨδὴ γ´. Οὐκ ἔστιν ἅγιος.
Νῦν τὴν σεπτήν σου εὐλαβῶς, προσκυνοῦμεν εἰκόνα, μετὰ πόθου προσπίπτοντες ἀντιλήψει τῇ σῇ, καὶ ἱκετεύοντες τυχεῖν τῶν πρὸς Χριστόν σου ἐντεύξεων.
Παρὰ Θεοῦ ὁ εἰληφὼς τῶν θαυμάτων τὴν χάριν, πάσης βλάβης καὶ νόσου ἐλευθέρωσον ἡμᾶς, καὶ ὑπὸ σκέπην σοφέ, τῶν πρεσβειῶν σου φύλαττε.
῾Ράβδος δυνάμεως ἡ σὴ ἀντίληψις, γενέσθω ἀπωθοῦσα παντοίων πειρασμῶν ἐπιδρομάς, καὶ συντρίβουσα ἐχθροῦ, τὰ δεινὰ κέντρα, πάνσοφε.
Θεοτοκίον.
Ὁ ἐν τῇ μήτρᾳ τῇ σῇ σαρκωθεὶς Παναγία, Θεὸς καὶ ἄνθρωπος, σκέπην καὶ βοήθειαν ἡμῖν ταῖς πρεσβείαις σου Ἁγνή, παρέχοι πάντοτε.
Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Τοῦ Κυρίου τὸν Σταυρόν, ἐπ᾿ ὤμων ἄρας σὺ σοφέ, ἠκολούθησας αὐτοῦ τοῖς θείοις νόμοις ἀληθῶς, καὶ εἰς τὰ ὄρη ὅθεν βοήθεια ἥκει, ἀρθεὶς τῇ ὑπὲρ νοῦν πολιτείᾳ σου, τοῖς θαύμασι κλεινῶς ὑπερέλαμψας, καὶ τοῖς λαοῖς ὑπογραμμὸς ἐγένου, τῆς θεωρίας καὶ πράξεως. Διό σου πάντες, τὴν σεβασμίαν, μνήμην γεραίρομεν.
Θεοτοκίον.
Καταπλήττει τῶν βροτῶν, ἔννοιαν πᾶσαν, πάντα νοῦν, τὸ ἐν σοὶ συντελεσθέν, ὑπερφυέστατον Ἁγνή, θαῦμα θαυμάτων, Πανάχραντε Παναγία· ὅτι χρονικῶς ὁ ἀΐδιος, ὤφθη ὡς βροτὸς ἐκ τῆς κοιλίας σου, καὶ Γαβριὴλ ὁ Ἄγγελος Κυρίου, τῇ Θεοτόκῳ ἐκραύγαζε· χαῖρε Παρθένε, χαῖρε ἡ Μήτηρ, τοῦ Δεσπότου καὶ Κτίστου μου.
ᾨδὴ δ´. Χριστός μου δύναμις.
Ὁ μόνος Κύριος καὶ πολυέλεος, σὲ Διονύσιε ὄντως ναὸν Θεοῦ, ἔμψυχον ἀνέδειξε, καὶ ὡς θυμίαμα τὴν σὴν πολιτείαν προσεδέξατο.
Σοὶ πόθῳ μέλποντες ἀνευφημοῦμέν σε· σώζοις ἡμᾶς ἐκ ποικίλων καὶ χαλεπῶν, μάκαρ περιστάσεων, καὶ τῶν παγίδων τοῦ ἐχθροῦ ἐξαρπάζων σκέποις πάντοτε.
Ἁγίων ἅγιος καὶ ἁγιώτατος, πεφυκώς, ὦ φιλάνθρωπε Ἰησοῦ, δώρησαι τὴν χάριν σου, τοῖς προσκυνοῦσί σε ἄνθρωπον καὶ Θεόν, Διονυσίου ταῖς δεήσεσι.
Θεοτοκίον.
Χριστὸν Πανάμωμε αἴτει ὃν ἔτεκες, δωρηθῆναι εἰρήνην πᾶσιν ἡμῖν, χάριν τε καὶ ἔλεος, τοῖς ἐν πίστει Θεοτόκον μόνην ὁμολογοῦσί σε.
ᾨδὴ ε´. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Ξενωθέντα τοῦ κόσμου πρὸς οὐρανόν, θεῖος καὶ αἰώνιος ἔρως σε ἀνεπτέρωσε, τῷ δεδοξασμένῳ προσαγαγών σε Θεῷ, ἡμῖν τὴν σωτηρίαν ἀεὶ αἰτούμενον.
Ὡς οὐρανίου διαγωγῆς ἔρωτι τῷ κόσμῳ Πάτερ ἀποταξάμενος, οὐρανίων ἡμᾶς ἀξίωσον δωρεῶν, παρέχων τὴν εἰρήνην σοῦ ταῖς δεήσεσι.
Τῷ θείῳ ἔρωτι Χριστοῦ, τὰς τῶν εὐφημούντων σε ψυχάς, πτέρωσον αἴρων εἰς τὰ ὕψη τῷ νόμῳ αὐτοῦ, πυρὶ κεκαθαρμένας παντὸς φθαρτοῦ λογισμοῦ.
Θεοτοκίον.
Σὲ τὴν ἀμνάδα τοῦ Χριστοῦ, τὴν ἄχραντον καὶ ἄσπιλον μόνην, καὶ ἁγνὴν καὶ ἀμίαντον, πόθῳ μακαρίζομεν οἱ πιστοί, ἐν σοὶ τῆς σωτηρίας τυχεῖν ἐλπίζοντες.
ᾨδὴ ς´. Τοῦ βίου τὴν θάλασσαν.
Ἡμάρτομεν ἅπαντες, τοῦ Χριστοῦ τὰς ἐντολάς, οἱ παραβάντες ἄφρονες, καὶ προστρέχοντες πίστει σκέπῃ τῇ σῇ, βοῶμέν σοι· Πρέσβευε, τοῦ σωθῆναι παμμάκαρ τὰς ψυχὰς ἡμῶν.
Ναῷ τῷ ἁγίῳ σου νῦν προσφεύγομεν σοφέ, δεόμεθά σου οἴκτειρον καὶ τὸν Κύριον πάντων μάκαρ αἰτοῦ, σεπταῖς σου δεήσεσι, τοῦ σωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Δεόμεθα Ὅσιε, ἱεραῖς σου προσευχαῖς, τὸν Κτίστην δυσώπησον, λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, τοὺς πίστει προστρέχοντας, τῇ σῇ μεσιτείᾳ, Διονύσιε.
Θεοτοκίον.
Ναὸν Θεοῦ ἔμψυχον, καὶ λαμπάδα τοῦ φωτός, τῶν οὐρανῶν σε κλίμακα, στάμνον, ῥάβδον καὶ βάτον τὴν ἄφλεκτον, χριστιανοί σε ἔγνωμεν· ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν ἀνάγαγε
Κοντάκιον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἐν τῷ ὄρει ἀνατείλας Ὀλύμπῳ, ὡσεὶ ἀστὴρ ἑωθινὸς καὶ τὸ σκότος, τῆς ἁμαρτίας διαλύσας, Διονύσιε, φρούρησον ὑπὸ τὴν σκέπην σου, τοὺς θερμῶς σε τιμῶντας, τεῖχος ἀδιάρρηκτον τὰς πρεσβείας σου ἔχων, καὶ τῇ ἀσπίδι σῴζων τοῦ Σταυροῦ, τοὺς προσιόντας τῇ σκέπῃ σου πάντοτε.
ᾨδὴ ζ´. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἐν ταῖς θλίψεσι, Πάτερ Διονύσιε, τῆς ψυχῆς καὶ σωμάτων ἡμῶν, σοὶ βοῶμεν. Πρόφθασον μάκαρ, στήριγμα γενοῦ τοῖς πόθῳ τιμῶσι τὴν φαιδρὰν καὶ φωτοφόρον σου μνήμην καὶ σεβάσμιον.
Δᾳδουχεῖς φρυκτωρίαις ταῖς τοῦ Πνεύματος, τὰς καρδίας παμμάκαρ τῶν πιστῶν, καὶ φωτίζεις τῆς διανοίας δὲ τοὺς ὀφθαλμούς, τοῦ βλέπειν Κυρίου τὴν ὁδόν, ἐν ᾗ εὐσεβῶς πολιτευσόμεθα.
Ἱερὰ καὶ σεπτή σου, Διονύσιε, ἡ πανήγυρις σήμερον ἐπέφανε, συγκαλοῦσα τοὺς πόθῳ σε τιμῶντας ἐν τῷ σῷ Ναῷ, κατασπαζομένους τὴν σορόν, παμμάκαρ τῶν ἱερῶν λειψάνων σου.
Θεοτοκίον.
Πρὸς σὲ καταφεύγομεν Θεόνυμφε Παρθένε, οἱ θλίψεσι πολλαῖς δεινῶς συνεχόμενοι τοῦ βίου, καὶ ἐν πειρασμοῖς τὰς χεῖρας ἐκτείνομεν· ἀλλὰ σὺ βοήθησον, οἴκτειρον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὁ ναός σου προχέει πᾶσιν ἰάματα, τοῖς ἐν πίστει τῇ σκέπῃ τῇ σῇ προστρέχουσι, πίστει αἰτουμένοις τοῦ τυχεῖν τῆς βοηθείας σου καὶ χάριτος Πάτερ, παρὰ Θεοῦ τυχόντος.
Νῦν καὶ νοῦν καὶ καρδίαν, χεῖρας καὶ ὄμματα, πρὸς σὲ Πάτερ ἐν δάκρυσιν ἀνατείνομεν, καὶ τῇ σῇ ἀντιλήψει πίστει ἐλπίζοντες, καταπονουμένων καὶ στεναζόντων φεῖσαι.
Ὑπὲρ ἥλιον ὄντως Πάτερ ἐξέλαμψας, ἐξ ἑῴας ἀπ᾿ ὄρους τὸν ἀνατέλλοντα· τοῖς ἐν ἀπογνώσει τῷ σκότει βαίνουσι, τῆς φωταγωγίας τῆς μυστικῆς μετάδος.
(1954)
http://www.papadiamantis.org/works/88-epiloipa/466-2-ymnografika